1 Corinthians 11:26-29

SBLGNT(i) 26 ὁσάκις γὰρ ⸀ἐὰν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ⸀ποτήριον πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε, ἄχρι ⸀οὗ ἔλθῃ. 27 Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ⸀ἄρτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ⸀ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου. 28 δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω· 29 ὁ γὰρ ἐσθίων καὶ ⸀πίνων κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ ⸀σῶμα.
SBL Greek NT Apparatus

26 ἐὰν WH Treg NIV ] ἂν RP • ποτήριον WH Treg NIV ] + τοῦτο RP • οὗ WH Treg NIV ] + ἂν RP
27 ἄρτον WH Treg NIV ] + τοῦτον RP • ἀναξίως WH Treg NIV ] + τοῦ κυρίου RP
29 πίνων WH Treg NIV ] + ἀναξίως RP • σῶμα WH Treg NA ] + τοῦ κυρίου NIV RP