1 Corinthians 11:25-27

SBLGNT(i) 25 ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ⸀ἐὰν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν. 26 ὁσάκις γὰρ ⸀ἐὰν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ⸀ποτήριον πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε, ἄχρι ⸀οὗ ἔλθῃ. 27 Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ⸀ἄρτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ⸀ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου.
SBL Greek NT Apparatus

25 ἐὰν WH Treg NIV ] ἂν RP
26 ἐὰν WH Treg NIV ] ἂν RP • ποτήριον WH Treg NIV ] + τοῦτο RP • οὗ WH Treg NIV ] + ἂν RP
27 ἄρτον WH Treg NIV ] + τοῦτον RP • ἀναξίως WH Treg NIV ] + τοῦ κυρίου RP