Nestle(i) 14 ὁ δὲ Πειλᾶτος ἔλεγεν αὐτοῖς Τί γὰρ ἐποίησεν κακόν; οἱ δὲ περισσῶς ἔκραξαν Σταύρωσον αὐτόν. 15 ὁ δὲ Πειλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ.