Zechariah 6:7-8

Brenton_Greek(i) 7 καὶ οἱ ψαροὶ ἐξεπορεύοντο, καὶ ἐπέβλεπον τοῦ πορεύεσθαι τοῦ περιοδεῦσαι τὴν γῆν, καὶ εἶπε, πορεύεσθε, καὶ περιοδεύσατε τὴν γῆν· καὶ περιώδευσαν τὴν γῆν.
8 Καὶ ἀνεβόησε, καὶ ἐλάλησε πρὸς μὲ, λέγων, ἰδοὺ οἱ ἐκπορευόμενοι ἐπὶ γῆν βοῤῥᾶ, ἀνέπαυσαν τὸν θυμόν μου ἐν γῇ βοῤῥᾶ.