Zechariah 1:18-21

Brenton_Greek(i) 18 Καὶ ᾖρα τοὺς ὀφθαλμούς μου, καὶ ἴδον καὶ ἰδοὺ τέσσαρα κέρατα. 19 Καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ, τί ἐστι ταῦτα Κύριε; καὶ εἶπε πρὸς μὲ, ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδαν, καὶ τὸν Ἰσραὴλ, καὶ Ἱερουσαλήμ. 20 Καὶ ἔδειξέ μοι Κύριος τέσσαρας τέκτονας. 21 Καὶ εἶπα, τί οὗτοι ἔρχονται ποιῆσαι; καὶ εἶπε, ταῦτα τὰ κέρατα τὰ διασκορπίσαντα τὸν Ἰούδα καὶ τὸν Ἰσραὴλ κατέαξαν, καὶ οὐδεὶς αὐτῶν ᾖρε κεφαλήν· καὶ ἐξήλθοσαν οὗτοι τοῦ ὀξῦναι αὐτὰ εἰς χεῖρας αὐτῶν, τὰ τέσσαρα κέρατα, τὰ ἔθνη τὰ ἐπαιρόμενα κέρας ἐπὶ τὴν γῆν Κυρίου, τοῦ διασκορπίσαι αὐτήν.