Zechariah 1:15-16

Brenton_Greek(i) 15 καὶ ὀργὴν μεγάλην ἐγὼ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ συνεπιτιθέμενα, ἀνθʼ ὧν μὲν ἐγὼ ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά. 16 Διατοῦτο τάδε λέγει Κύριος, ἐπιστρέψω ἐπὶ Ἱερουσαλὴμ ἐν οἰκτιρμῷ, καὶ ὁ οἶκός μου ἀνοικοδομηθήσεται ἐν αὐτῇ, λέγει Κύριος παντοκράτωρ, καὶ μέτρον ἐκταθήσεται ἐπὶ Ἱερουσαλὴμ ἔτι·