Psalms 90:5-9

Brenton_Greek(i) 5 Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται, τοπρωῒ ὡσεὶ χλόη παρέλθοι· 6 Τοπρωῒ ἀνθήσαι καὶ παρέλθοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη. 7 Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. 8 Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου, αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. 9 Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν· τὰ ἔτη ἡμῶν ὡσ ἀράχνη ἐμελέτων.