Psalms 69:14-18

Brenton_Greek(i) 14 Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ· ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων. 15 Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθὸς, μηδὲ συσχέτω ἐπʼ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ. 16 Εἰσάκουσόν μου Κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπʼ ἐμέ. 17 Καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ τοῦ παιδός σου· ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου. 18 Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτὴν, ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με.