Psalms 46:1-5

Brenton_Greek(i) 1 Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορὲ, ὑπὲρ τῶν κρυφίων ψαλμός.
Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. 2 Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. 3 Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν, ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ· διάψαλμα. 4 Τοῦ ποταμοῦ τὰ ὁρμήματα Ὕ εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ, ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος. 5 Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς οὐ σαλευθήσεται, βοηθήσει αὐτῇ ὁ Θεὸς τῷ πρὸσώπω.