Psalms 18:37-41

Brenton_Greek(i) 37 Καταδιώξω τοὺς ἐχθρούς μου, καὶ καταλήψομαι αὐτοὺς, καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλίπωσιν. 38 Ἐκθλίψω αὐτοὺς, καὶ οὐ μὴ δύνωνται στῆναι, πεσοῦνται ὑπὸ τοὺς πόδας μου. 39 Καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον, συνεπόδισας πάντας τοὺς ἐπανισταμένους ἐπʼ ἐμὲ ὑποκάτω μου. 40 Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσας. 41 Ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σῴζων· πρὸς Κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν.