Psalms 139:19-22

Brenton_Greek(i) 19 Ἐὰν ἀποκτείνῃς ἁμαρτωλοὺς ὁ Θεός· ἄνδρες αἱμάτων ἐκκλίνατε ἀπʼ ἐμοῦ, 20 ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς· λήψονται εἰς ματαιότητα τὰς πόλεις σου. 21 Οὐχὶ τοὺς μισοῦντάς σε Κύριε ἐμίσησα καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; 22 Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντό μοι.