Psalms 115:9-12

Brenton_Greek(i) 9 Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. 10 Οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. 11 Οἱ φοβούμενοι τὸν Κύριον ἤλπισαν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστι.
12 Κύριος μνησθεὶς ἡμῶν εὐλόγησεν ἡμᾶς, εὐλόγησε τὸν οἶκον Ἰσραὴλ, εὐλόγησε τὸν οἶκον Ἀαρών.