Brenton_Greek(i)
26 Ἐξαπέστειλε Μωϋσῆν τὸν δοῦλον αὐτοῦ, Ἀαρὼν ὃν ἐξελέξατο αὐτόν.
27 Ἔθετο ἐν αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ, καὶ τῶν τεράτων ἐν γῇ Χάμ. 28 Ἐξαπέστειλε σκότος καὶ ἐσκότασεν, καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ. 29 Μετέστρεψε τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ ἀπέκτεινε τοὺς ἰχθύας αὐτῶν. 30 Ἐξῆρψεν ἡ γῆ αὐτῶν βατράχους, ἐν τοῖς ταμιείοις τῶν βασιλέων αὐτῶν. 31 Εἶπε καὶ ἦλθε κυνόμυια, καὶ σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν. 32 Ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν. 33 Καὶ ἐπάταξε τὰς ἀμπέλους αὐτῶν καὶ τὰς συκᾶς αὐτῶν, καὶ συνέτριψε πᾶν ξύλον ὁρίου αὐτῶν. 34 Εἶπε καὶ ἦλθεν ἀκρίς, καὶ βροῦχος οὗ οὐκ ἦν ἀριθμὸς, 35 καὶ κατέφαγε πάντα τὸν χόρτον ἐν τῇ γῇ αὐτῶν, καὶ κατέφαγε τὸν καρπὸν τῆς γῆς αὐτῶν. 36 Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν τῆς γῆς αὐτῶν, ἀπαρχὴν παντὸς πόνου αὐτῶν. 37 Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. 38 Εὐφράνθη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν, ὅτι ἐπέπεσεν ὁ φόβος αὐτῶν ἐπʼ αὐτούς.