Proverbs 6:20-25

Brenton_Greek(i) 20 Υἱέ, φύλασσε νόμους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός σου· 21 ἄφαψαι δὲ αὐτοὺς ἐπὶ σῇ ψυχῇ διαπαντὸς, καὶ ἐγκλοίωσαι περὶ σῷ τραχήλῳ. 22 Ἡνίκα ἂν περιπατῇς, ἐπάγου αὐτὴν καὶ μετὰ σοῦ ἔστω, ὡς δʼ ἂν καθεύδῃς φυλασσέτω σε, ἵνα ἐγειρομένῳ συλλαλῇ σοι. 23 Ὅτι λύχνος ἐντολὴ νόμου καὶ φῶς, ὁδὸς ζωῆς, καὶ ἔλεγχος καὶ παιδεία, 24 τοῦ διαφυλάσσειν σὲ ἀπὸ γυναικὸς ὑπάνδρου, καὶ ἀπὸ διαβολῆς γλώσσης ἀλλοτρίας.
25 Μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς, μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων.