Proverbs 6:1-4

Brenton_Greek(i) 1 Υἱὲ, ἐὰν ἐγγυήσῃ σὸν φίλον, παραδώσεις σὴν χεῖρα ἐχθρῷ. 2 Παγὶς γὰρ ἰσχυρὰ ἀνδρὶ τὰ ἴδια χείλη, καὶ ἁλίσκεται χείλεσιν ἰδίου στόματος. 3 Ποίει υἱέ ἃ ἐγώ σοι ἐντέλλομαι, καὶ σώζου· ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον· ἴσθι μὴ ἐκλυόμενος, παρόξυνε δὲ καὶ τὸν φίλον σου ὃν ἐνεγγυήσω. 4 Μὴ δῷς ὕπνον σοῖς ὄμμασι, μηδὲ ἐπινυστάξῃς σοῖς βλεφάροις,