Proverbs 2:10-12

Brenton_Greek(i) 10 Ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν, ἡ δὲ αἴσθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ, 11 βουλὴ καλὴ φυλάξει σε, ἔννοια δὲ ὁσία τηρήσει σε· 12 ἵνα ῥύσηταί σε ἀπὸ ὁδοῦ κακῆς, καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν.