Brenton_Greek(i)
5 Καὶ εἰσελεύσεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ, ὅταν ἐξαίρῃ ἡ παρεμβολὴ, καὶ καθελοῦσι τὸ καταπέτασμα τὸ συσκιάζον, καὶ κατακαλύψουσιν ἐν αὐτῷ τὴν κιβωτὸν τοῦ μαρτυρίου, 6 καὶ ἐπιθήσουσιν ἐπʼ αὐτὸ κατακάλυμμα δέρμα ὑακίνθινον, καὶ ἐπιβαλοῦσιν ἐπʼ αὐτὴν ἱμάτιον ὅλον ὑακίνθινον ἄνωθεν, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς.
7 Καὶ ἐπὶ τὴν τράπεζαν τὴν προκειμένην ἐπιβαλοῦσιν ἐπʼ αὐτὴν ἱμάτιον ὁλοπόρφυρον, καὶ τὰ τρυβλία, καὶ τὰς θυΐσκας, καὶ τοὺς κυάθους, καὶ τὰ σπονδεῖα ἐν οἷς σπένδει, καὶ οἱ ἄρτοι οἱ διαπαντὸς ἐπʼ αὐτῆς ἔσονται. 8 Καὶ ἐπιβαλοῦσιν ἐπʼ αὐτὴν ἱμάτιον κόκκινον, καὶ καλύψουσιν αὐτὴν καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ διεμβαλοῦσι διʼ αὐτῆς τοὺς ἀναφορεῖς. 9 Καὶ λήψονται ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσι τὴν λυχνίαν τὴν φωτίζουσαν, καὶ τοὺς λύχνους αὐτῆς, καὶ τὰς λαβίδας αὐτῆς, καὶ τὰς ἐπαρυστρίδας αὐτῆς, καὶ πάντα τὰ ἀγγεῖα τοῦ ἐλαίου οἷς λειτουργοῦσιν ἐν αὐτοῖς. 10 Καὶ ἐμβαλοῦσιν αὐτὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, εἰς κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ ἐπιθήσουσιν αὐτὴν ἐπʼ ἀναφορέων. 11 Καὶ ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐπικαλύψουσιν ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσιν αὐτὸ καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς αὐτοῦ.
12 Καὶ λήψονται πάντα τὰ σκεύη τὰ λειτουργικὰ, ὅσα λειτουργοῦσιν ἐν αὐτοῖς ἐν τοῖς ἁγίοις· καὶ ἐμβαλοῦσιν εἰς ἱμάτιον ὑακίνθινον, καὶ καλύψουσιν αὐτὰ καλύμματι δερματίνῳ ὑακινθίνῳ, καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς. 13 Καὶ τὸν καλυπτῆρα ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐπικαλύψουσιν ἐπʼ αὐτὸ ἱμάτιον ὁλοπόρφυρον. 14 Καὶ ἐπιθήσουσιν ἐπʼ αὐτὸ πάντα τὰ σκεύη, ὅσοις λειτουργοῦσιν ἐπʼ αὐτῷ ἐν αὐτοῖς, καὶ τὰ πυρεῖα, καὶ τὰς κρεάγρας, καὶ τὰς φιάλας, καὶ τὸν καλυπτῆρα, καὶ πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου· καὶ ἐπιβαλοῦσιν ἐπʼ αὐτὸ κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ διεμβαλοῦσι τοὺς ἀναφορεῖς αὐτοῦ· καὶ λήψονται ἱμάτιον πορφυροῦν, καὶ συγκαλύψουσι τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ, καὶ ἐμβαλοῦσιν αὐτὰ εἰς κάλυμμα δερμάτινον ὑακίνθινον, καὶ ἐπιθήσουσιν ἐπὶ ἀναφορεῖς, 15 καὶ συντελέσουσιν Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ, καλύπτοντες τὰ ἅγια, καὶ πάντα τὰ σκεύη τὰ ἅγια, ἐν τῷ ἐξαίρειν τὴν παρεμβολήν· καὶ μετὰ ταῦτα εἰσελεύσονται υἱοὶ Καὰθ αἴρειν, καὶ οὐχ ἅψονται τῶν ἁγίων, ἵνα μὴ ἀποθάνωσι· ταῦτα ἀροῦσιν οἱ υἱοὶ Καὰθ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου.