Numbers 2:2-34

Brenton_Greek(i) 2 ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα, κατὰ σημαίας, κατʼ οἴκους πατριῶν αὐτῶν, παρεμβαλλέτωσαν οἱ υἱοὶ Ἰσραὴλ ἐναντίοι· κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ. 3 Καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατὰ ἀνατολὰς, τάγμα παρεμβολῆς Ἰούδα σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰούδα, Ναασσὼν υἱὸς Ἀμιναδάβ. 4 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι. 5 Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ἰσσάχαρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰσσάχαρ, Ναθαναὴλ υἱὸς Σωγάρ· 6 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. 7 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ζαβουλὼν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ζαβουλὼν, Ἑλιὰβ υἱὸς Χαιλών. 8 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. 9 Πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς Ἰούδα, ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι, σὺν δυνάμει αὐτῶν πρῶτον ἐξαιροῦσι. 10 Τάγματα παρεμβολῆς Ῥουβὴν, πρὸς λίβα δύναμις αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ῥουβήν, Ἑλισοὺρ υἱὸς Σεδιούρ. 11 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. 12 Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Συμεὼν, καὶ ὁ ἄρχων τῶν υἱῶν Συμεὼν, Σαλαμιὴλ υἱὸς Σουρισαδαί. 13 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι. 14 Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Γὰδ, καὶ ὁ ἄρχων τῶν υἱῶν Γὰδ, Ἑλισὰφ υἱὸς Ῥαγουήλ. 15 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα. 16 Πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ῥουβὴν, ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα, σὺν δυνάμει αὐτῶν δεύτεροι ἐξαροῦσι.
17 Καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ ἡ παρεμβολὴ τῶν Λευιτῶν μέσον τῶν παρεμβολῶν· ὡς καὶ παρεμβαλοῦσιν, οὕτω καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθʼ̓ ἡγεμονίας. 18 Τάγμα παρεμβολῆς Ἐφραὶμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἐφραὶμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ. 19 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.
20 Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Μανασσῆ, καὶ ὁ ἄρχων τῶν υἱῶν Μανασσῆ, Γαμαλιὴλ υἱὸς Φαδασσούρ. 21 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι. 22 Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Βενιαμὶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Βενιαμὶν, Ἀβιδὰν υἱὸς Γαδεωνί. 23 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι. 24 Πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ἐφραὶμ, ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατὸν· σὺν δυνάμει αὐτῶν τρίτοι ἐξαροῦσι.
25 Τάγμα παρεμβολῆς Δὰν πρὸς βοῤῥᾶν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Δὰν, Ἀχιέζερ υἱὸς Ἀμισαδαί. 26 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι. 27 Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλὴ Ἀσὴρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἀσὴρ, Φαγεὴλ υἱὸς Ἐχράν. 28 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι. 29 Καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Νεφθαλὶ, καὶ ὁ ἄρχων τῶν υἱῶν Νεφθαλὶ, Ἀχιρὲ υἱὸς Αἰνάν. 30 Δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι, τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. 31 Πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Δὰν, ἑκατὸν καὶ πεντηκονταεπτὰ χιλιάδες καὶ ἑξακόσιοι· ἔσχατοι ἐξαροῦσι κατὰ τάγμα αὐτῶν.
32 Αὕτη ἡ ἐπίσκεψις τῶν υἱῶν Ἰσραὴλ κατʼ οἴκους πατριῶν αὐτῶν· πᾶσα ἡ ἐπίσκεψις τῶν παρεμβολῶν σὺν ταῖς δυνάμεσιν αὐτῶν, ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα. 33 Οἱ δὲ Λευῖται οὐ συνεπεσκέπησαν ἐν αὐτοῖς, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ. 34 Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ πάντα ὅσα συνέταξε Κύριος τῷ Μωυσῇ· οὕτω παρενέβαλον κατὰ τάγμα αὐτῶν, καὶ οὕτως ἐξῇρον ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν, κατʼ οἴκους πατριῶν αὐτῶν.