Numbers 26:9-10

Brenton_Greek(i) 9 Καὶ υἱοὶ Ἑλιὰβ, Ναμουὴλ, καὶ Δαθὰν, καὶ Ἀβειρών· οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς· οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν ἐν τῇ συναγωγῇ Κορὲ, ἐν τῇ ἐπισυστάσει Κυρίου. 10 Καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς, κατέπιεν αὐτοὺς καὶ Κορὲ, ἐν τῷ θανάτῳ τῆς συναγωγῆς αὐτοῦ, ὅτε κατέφαγε τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους, καὶ ἐγενήθησαν ἐν σημείῳ·