Brenton_Greek
(i)
14 Τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ Ἰσραηλίτου τοῦ πεπληγότος, ὃς ἐπλήγη μετὰ τῆς Μαδιανίτιδος, Ζαμβρὶ, υἱὸς Σαλμὼν, ἄρχων οἴκου πατριᾶς τῶν Συμεών.
15 Καὶ ὄνομα τῇ γυναικὶ τῇ Μαδιανίτιδι τῇ πεπληγυίᾳ, Χασβί, θυγάτηρ Σοὺρ, ἄρχοντος ἔθνους Ὀμμώθ· οἴκου πατριᾶς ἐστι τῶν Μαδιάμ.