Brenton_Greek(i)
23 Καὶ οὐκ ἔδωκε Σηὼν τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ συνήγαγε Σηὼν πάντα τὸν λαὸν αὐτοῦ, καὶ ἐξῆλθε παρατάξασθαι τῷ Ἰσραὴλ εἰς τὴν ἔρημον· καὶ ἦλθεν εἰς Ἰασσὰ, καὶ παρετάξατο τῷ Ἰσραήλ. 24 Καὶ ἐπάταξεν αὐτὸν Ἰσραὴλ φόνῳ μαχαίρας, καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ, ἀπὸ Ἀρνῶν ἕως Ἰαβόκ, ἕως υἱῶν Ἀμμὰν, ὅτι Ἰαζὴρ ὅρια υἱῶν Ἀμμάν ἐστι. 25 Καὶ ἔλαβεν Ἰσραὴλ πάσας τὰς πόλεις ταύτας, καὶ κατῴκησεν Ἰσραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν Ἀμοῤῥαίων, ἐν Ἐσεβὼν, καὶ ἐν πάσαις ταῖς συγκυρούσαις αὐτῇ. 26 Ἔστι γὰρ Ἐσεβὼν, πόλις Σηὼν τοῦ βασιλέως τῶν Ἀμοῤῥαίων ἐστιν· καὶ οὗτος ἐπολέμησε βασιλέα Μωὰβ τὸ πρότερον· καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ, ἀπὸ Ἀροὴρ ἕως Ἀρνῶν. 27 Διὰ τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταί, ἔλθετε εἰς Ἐσεβών, ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηών· 28 ὅτι πῦρ ἐξῆλθεν ἐξ Ἐσεβών, φλὸξ ἐκ πόλεως Σηὼν, καὶ κατέφαγεν ἕως Μωὰβ, καὶ κατέπιε στήλας Ἀρνῶν. 29 Οὐαί σοι Μωὰβ, ἀπώλου λαὸς Χαμώς· ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασῴζεσθαι, καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν Ἀμοῤῥαίων Σηὼν, 30 καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται, Ἐσεβὼν ἕως Δαιβών· καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ.
31 Κατώκησε δὲ Ἰσραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν Ἀμοῤῥαίων. 32 Καὶ ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν Ἰαζήρ· καὶ κατελάβοντο αὐτὴν, καὶ τὰς κώμας αὐτῆς, καὶ ἐξέβαλον τὸν Ἀμοῤῥαῖον τὸν κατοικοῦντα ἐκεῖ. 33 Καὶ ἐπιστρέψαντες, ἀνέβησαν ὁδὸν τὴν εἰς Βασάν· καὶ ἐξῆλθεν Ὢγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν αὐτοῖς, καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Ἐδραείν. 34 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν, καὶ πάντα τὸν λαὸν αὐτοῦ, καὶ πᾶσαν τὴν γῆν αὐτοῦ· καὶ ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ Σηὼν βασιλεῖ τῶν Ἀμοῤῥαίων, ὃς κατῴκει ἐν Ἐσεβών. 35 Καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ πάντα τὸν λαὸν αὐτοῦ, ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ ζωγρείαν· καὶ ἐκληρονόμησαν τὴν γῆν αὐτοῦ.