Brenton_Greek(i)
18 Καὶ εἶπε πρὸς αὐτὸν Ἐδώμ, οὐ διελεύσῃ διʼ ἐμοῦ· εἰ δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι. 19 Καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραὴλ, παρά τὸ ὄρος παρελευσόμεθα· ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη μου, δώσω τιμήν σοι· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστι· παρὰ τὸ ὄρος παρελευσόμεθα. 20 Ὁ δὲ εἶπεν, οὐ διελεύσῃ διʼ ἐμοῦ· καὶ ἐξῆλθεν Ἐδὼμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ, καὶ ἐν χειρὶ ἰσχυρᾷ. 21 Καὶ οὐκ ἠθέλησεν Ἐδὼμ δοῦναι τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ ἐξέκλινεν Ἰσραὴλ ἀπʼ αὐτοῦ.