Brenton_Greek(i)
12 Καὶ ἀπέστειλε Μωυσῆς καλέσαι Δαθὰν καὶ Ἀβειρὼν υἱοὺς Ἑλιάβ· καὶ εἶπαν, οὐκ ἀναβαίνομεν. 13 Μὴ μικρὸν τοῦτο, ὅτι ἀνήγαγες ἡμᾶς εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι, ἀποκτεῖναι ἡμᾶς ἐν τῇ ἐρήμῳ, ὅτι κατάρχεις ἡμῶν; 14 Ἄρχων εἰ καὶ σὺ εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι εἰσήγαγες ἡμᾶς, καὶ ἔδωκας ἡμῖν κλῆρον ἀγροῦ καὶ ἀμπελῶνας; τοὺς ὀφθαλμοὺς τῶν ἀνθρώπων ἐκείνων ἂν ἐξέκοψας; οὐκ ἀναβαίνομεν. 15 Καὶ ἐβαρυθύμησε Μωυσῆς σφόδρα, καὶ εἶπε πρὸς Κύριον, μὴ πρόσχῃς εἰς τὴν θυσίαν αὐτῶν· οὐκ ἐπιθύμημα οὐδενὸς αὐτῶν εἴληφα, οὐδὲ ἐκάκωσα οὐδένα αὐτῶν.