Nehemiah 8:8-12

Brenton_Greek(i) 8 Καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου τοῦ Θεοῦ, καὶ ἐδίδασκεν Ἔσδρας, καὶ διέστελλεν ἐν ἐπιστήμῃ Κυρίου, καὶ συνῆκεν ὁ λαὸς ἐν τῇ ἀναγνώσει.
9 Καὶ εἶπε Νεεμίας καὶ Ἔσδρας ὁ ἱερεὺς καὶ γραμματεὺς, καὶ οἱ Λευῖται, καὶ οἱ συνετίζοντες τὸν λαὸν, καὶ εἶπαν παντὶ τῷ λαῷ, ἡμέρα ἁγία ἐστὶ τῷ Κυρίῳ Θεῷ ἡμῶν, μὴ πενθεῖτε μηδὲ κλαίετε· ὅτι ἔκλαιε πᾶς ὁ λαός ὡς ἤκουσαν τοὺς λόγους τοῦ νόμου. 10 Καὶ εἶπεν αὐτοῖς, πορεύεσθε φάγετε λιπάσματα, καὶ πίετε γλυκάσματα, καὶ ἀποστείλατε μερίδας τοῖς μὴ ἔχουσινμ, ὅτι ἁγία ἐστὶν ἡ ἡμέρα τῷ Κυρίῳ ἡμῶν· καὶ μὴ διαπέσητε, ὅτι ἐστὶ Κύριος ἰσχὺς ἡμῶν. 11 Καὶ οἱ Λευῖται κατεσιώπων πάντα τὸν λαὸν, λέγοντες, σιωπᾶτε, ὅτι ἡμέρα ἁγία, καὶ μὴ καταπίπτετε. 12 Καὶ ἀπῆλθε πᾶς ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀποστέλλειν μερίδας, καὶ ποιῆσαι εὐφροσύνην μεγάλην, ὅτι συνῆκαν ἐν τοῖς λόγοις οἷς ἐγνώρισεν αὐτοῖς.