Nehemiah 8:3-8

Brenton_Greek(i) 3 Καὶ ἀνέγνω ἐν αὐτῷ ἀπὸ τῆς ὥρας τοῦ διαφωτίσαι τὸν ἥλιον ἕως ἡμίσους τῆς ἡμέρας, ἀπέναντι τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν, καὶ αὐτοὶ συνιέντες· καὶ ὦτα παντὸς τοῦ λαοῦ εἰς τὸ βιβλίον τοῦ νόμου. 4 Καὶ ἔστη Ἔσδρας ὁ γραμματεὺς ἐπὶ βήματος ξυλίνου, καὶ ἔστησαν ἐχόμενα αὐτοῦ Ματταθίας, καὶ Σαμαΐας, καὶ Ἀνανίας, καὶ Οὐρίας, καὶ Χελκία, καὶ Μαασία ἐκ δεξιῶν αὐτοῦ, καὶ ἐξ ἀριστερῶν Φαδαΐας, καὶ Μισαὴλ, καὶ Μελχίας, καὶ Ἀσὼμ, καὶ Ἀσαβαδμὰ, καὶ Ζαχαρίας, καὶ Μεσολλάμ. 5 Καὶ ἤνοιξεν Ἔσδρας τὸ βιβλίον ἐνώπιον παντὸς τοῦ λαοῦ, ὅτι αὐτὸς ἦν ἐπάνω τοῦ λαοῦ· ʼκαὶ ἐγένετο ἡνίκα ἤνοιξεν αὐτὸ, ἔστη πᾶς ὁ λαός. 6 Καὶ ηὐλόγησεν Ἔσδρας Κύριον τὸν Θεὸν τὸν μέγαν· καὶ ἀπεκρίθη πᾶς ὁ λαὸς, καὶ εἶπαν, ἀμήν, ἐπάραντες τὰς χεῖρας αὐτῶν· καὶ ἔκυψαν καὶ προσεκύνησαν τῷ Κυρίῳ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. 7 Καὶ Ἰησοῦς, καὶ Βαναΐας, καὶ Σαραβίας ἦσαν συνετίζοντες τὸν λαὸν εἰς τὸν νόμον· καὶ ὁ λαὸς ἐν τῇ στάσει αὐτοῦ. 8 Καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου τοῦ Θεοῦ, καὶ ἐδίδασκεν Ἔσδρας, καὶ διέστελλεν ἐν ἐπιστήμῃ Κυρίου, καὶ συνῆκεν ὁ λαὸς ἐν τῇ ἀναγνώσει.