Nehemiah 3:13-14

Brenton_Greek(i) 13 Τὴν πύλην τῆς φάραγγος ἐκράτησαν Ἀνοὺν καὶ οἱ κατοικοῦντες Ζανώ· αὐτοὶ ᾠκοδόμησαν αὐτὴν, καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς, καὶ χιλίους πήχεις ἐν τῷ τείχει ἕως τῆς πύλης τῆς κοπρίας.
14 Καὶ τὴν πύλην τῆς κοπρίας ἐκράτησε Μελχία υἱὸς Ῥηχὰβ, ἄρχων περιχώρου Βηθακχαρὶμ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ· καὶ ἐσκέπασαν αὐτὴν, καὶ ἔστησαν θύρας αὐτῆς καὶ κλεῖθρα αὐτῆς καὶ μοχλοὺς αὐτῆς.