Brenton_Greek(i)
8 Μνήσθητι δὴ τὸν λόγον ὃν ἐνετείλω τῷ Μωυσῇ παιδί σου λέγων, ὑμεῖς ἐὰν ἀσυνθετήσητε, ἐγὼ διασκορπιῶ ὑμᾶς ἐν τοῖς λαοῖς· 9 καὶ ἐὰν ἐπιστρέψητε πρὸς μὲ, καὶ φυλάξητε τὰς ἐντολάς μου, καὶ ποιήσητε αὐτὰς, ἐὰν ᾖ ἡ διασπορὰ ὑμῶν ἀπʼ ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξω αὐτοὺς, καὶ εἰσάξω αὐτοὺς εἰς τὸν τόπον, ὃν ἐξελεξάμην κατασκηνῶσαι τὸ ὄνομά μου ἐκεῖ.