Brenton_Greek(i)
8 Ἕνεκεν τούτου κόψεται, καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος, καὶ γυμνὴ ποιήσεται κοπετὸν ὡς δρακόντων, καὶ πένθος ὡς θυγατέρων σειρήνων. 9 Ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς, διότι ἦλθεν ἕως Ἰούδα, καὶ ἥψατο ἕως πύλης λαοῦ μου, ἕως Ἱερουσαλήμ.
10 Οἱ ἐν Γέθ μὴ μεγαλύνεσθε, καὶ οἱ Ἐνακεὶμ μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατὰ γέλωτα, γῆν καταπάσασθε καταγέλωτα ὑμῶν, 11 κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς, οὐκ ἐξῆλθε κατοικοῦσα Σενναὰν, κόψασθαι οἶκον ἐχόμενον αὐτῆς, λήψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης.