Leviticus 5:9-10

Brenton_Greek(i) 9 Καὶ ῥανεῖ ἀπὸ τοῦ αἵματος τοῦ περὶ τῆς ἁμαρτίας ἐπὶ τὸν τοῖχον τοῦ θυσιαστηρίου· τὸ δὲ κατάλοιπον τοῦ αἵματος καταστραγγιεῖ ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου· ἁμαρτία γάρ ἐστι. 10 Καὶ τὸ δεύτερον ποιήσει ὁλοκάρπωμα, ὡς καθήκει· καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ.