Leviticus 1:3-6

Brenton_Greek(i) 3 Ἐὰν ὁλοκαύτωμα τὸ δῶρον αὐτοῦ, ἐκ τῶν βοῶν ἄρσεν ἄμωμον προσάξει πρὸς τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, προσοίσει αὐτὸ δεκτὸν ἐναντίον Κυρίου. 4 Καὶ ἐπιθήσει τὴν χεῖρα ἐπὶ τὴν κεφαλὴν τοῦ καρπώματος δεκτὸν αὐτῷ, ἐξιλάσασθαι περὶ αὐτοῦ. 5 καὶ σφάξουσι τὸν μόσχον ἔναντι Κυρίου· καὶ προσοίσουσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα, καὶ προσχεοῦσι τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ τὸ ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς τοῦ μαρτυρίου· 6 Καὶ ἐκδείραντες τὸ ὁλοκαύτωμα μελιοῦσιν αὐτὸ κατὰ μέλη,