Leviticus 16:3-5

Brenton_Greek(i) 3 Οὕτως εἰσελεύσεται Ἀαρὼν εἰς τὸ ἅγιον· ἐν μόσχῳ ἐκ βοῶν περὶ ἁμαρτίας, καὶ κριὸν εἰς ὁλοκαύτωμα. 4 Καὶ χιτῶνα λινοῦν ἡγιασμένον ἐνδύσεται, καὶ περισκελὲς λινοῦν ἔσται ἐπὶ τοῦ χρωτὸς αὐτοῦ, καὶ ζώνῃ λινῇ ζώσεται, καὶ κίδαριν λινῆν περιθήσεται, ἱμάτια ἅγιά ἐστι· καὶ λούσεται ὕδατι πᾶν τὸ σῶμα αὐτοῦ, καὶ ἐνδύσεται αὐτά. 5 Καὶ παρὰ τῆς συναγωγῆς τῶν υἱῶν Ἰσραὴλ λήψεται δύο χιμάρους ἐξ αἰγῶν περὶ ἁμαρτίας, καὶ κριὸν ἕνα εἰς ὁλοκαύτωμα.