Brenton_Greek(i)
42 Καὶ πᾶς ὁ πορευόμενος ἐπὶ κοιλίας, καὶ πᾶς ὁ πορευόμενος ἐπὶ τέσσαρα διαπαντός, ὃ πολυπληθεῖ ποσὶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς, οὐ φάγεσθε αὐτὸ, ὅτι βδέλυγμα ὑμῖν ἐστι. 43 Καὶ οὐ μὴ βδελύξητε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς, καὶ οὐ μιανθήσεσθε ἐν τούτοις, καὶ οὐκ ἀκάθαρτοι ἔσεσθε ἐν αὐτοῖς, 44 ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν· καὶ ἁγιασθήσεσθε, καὶ ἅγιοι ἔσεσθε, ὅτι ἅγιός εἰμι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν· καὶ οὐ μιανεῖτε τὰς ψυχὰς ὑμῶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς κινουμένοις ἐπὶ τῆς γῆς,