Judges 8:4-6

Brenton_Greek(i) 4 Καὶ ἦλθε Γεδεὼν ἐπὶ τὸν Ἰορδανὴν, καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες οἱ μετʼ αὐτοῦ πεινῶντες καὶ διώκοντες. 5 Καὶ εἶπε τοῖς ἀνδράσι Σοκχὼθ, δότε δὴ ἄρτους εἰς τροφὴν τῷ λαῷ τούτῳ τῷ ἐν ποσί μου, ὅτι ἐκλείπουσι, καὶ ἰδοὺ ἐγώ εἰμι διώκων ὀπίσω τοῦ Ζεβεὲ καὶ Σελμανὰ βασιλέων Μαδιάμ. 6 Καὶ εἶπον οἱ ἄρχοντες Σοκχὼθ, μὴ χεὶρ Ζεβεὲ καὶ Σελμανὰ νῦν ἐν χειρί σου, ὅτι δώσομεν τῇ δυνάμει σου ἄρτους;