Judges 7:19-25

Brenton_Greek(i) 19 Καὶ εἰσῆλθε Γεδεὼν καὶ οἱ ἑκατὸν ἄνδρες οἱ μετʼ αὐτοῦ ἐν ἀρχῇ τῆς παρεμβολῆς ἐν ἀρχῇ τῆς φυλακῆς μέσης· καὶ ἐγείροντες ἤγειραν τοὺς φυλάσσοντας, καὶ ἐσάλπισαν ἐν ταῖς κερατίναις, καὶ ἐξετίναξαν τὰς ὑδρίας τὰς ἐν ταῖς χερσὶν αὐτῶν. 20 Καὶ ἐσάλπισαν αἱ τρεῖς ἀρχαὶ ἐν ταῖς κερατίναις, καὶ συνέτριψαν τὰς ὑδρίας, καὶ ἐκράτησαν ἐν χερσὶν ἀριστεραῖς αὐτῶν τὰς λαμπάδας, καὶ ἐν χερσὶ δεξιαῖς αὐτῶν τὰς κερατίνας τοῦ σαλπίζειν· καὶ ἀνέκραξαν, ῥομφαία τῷ Κυρίῳ καὶ τῷ Γεδεών. 21 Καὶ ἔστησεν ἀνὴρ ἐφʼ ἑαυτῷ κύκλῳ τῆς παρεμβολῆς· καὶ ἔδραμε πᾶσα ἡ παρεμβολὴ, καὶ ἐσήμαναν, καὶ ἔφυγον. 22 Καὶ ἐσάλπισαν ἐν ταῖς τριακοσίαις κερατίναις· καὶ ἔθηκε Κύριος τὴν ῥομφαίαν ἀνδρὸς ἐν τῷ πλησίον αὐτοῦ ἐν πάσῃ τῇ παρεμβολῇ. 23 Καὶ ἔφυγεν ἡ παρεμβολὴ ἕως Βηθσεὲδ Ταγαραγαθὰ Ἀβελμεουλὰ ἐπὶ Ταβάθ. Καὶ ἐβόησαν ἀνὴρ Ἰσραὴλ ἀπὸ Νεφθαλὶ καὶ ἀπὸ Ἀσὴρ, καὶ ἀπὸ παντὸς Μανασσῆ, καὶ ἐδίωξαν ὀπίσω Μαδιάμ.
24 Καὶ ἀγγέλους ἀπέστειλε Γεδεὼν ἐν παντὶ ὄρει Ἐφραὶμ, λέγων, κατάβητε εἰς συνάντησιν Μαδιὰμ, καὶ καταλάβετε ἑαυτοῖς τὸ ὕδωρ ἕως Βαιθηρὰ καὶ τὸν Ἰορδάνην· καὶ ἐβόησε πᾶς ἀνὴρ Ἐφραὶμ, καὶ προκατελάβοντο τὸ ὕδωρ ἕως Βαιθηρὰ καὶ τὸν Ἰορδάνην. 25 Καὶ συνελάβοντο τοὺς ἄρχοντας Μαδιὰμ καὶ τὸν Ὠρὴβ καὶ τὸν Ζήβ· καὶ ἀπέκτειναν τὸν Ὠρὴβ ἐν Σοὺρ Ὠρὴβ, καὶ τὸν Ζὴβ ἀπέκτειναν ἐν Ἱακεφζήφ· καὶ κατεδίωξαν Μαδιάμ· καὶ τὴν κεφαλὴν Ὠρὴβ καὶ Ζὴβ ἤνεγκαν πρὸς Γεδεὼν ἀπὸ πέραν τοῦ Ἰορδάνου.