Brenton_Greek(i) 10 Καὶ εἶπεν αὐτῷ Μιχαίας, κάθου μετʼ ἐμοῦ, καὶ γίνου μοι εἰς πατέρα καὶ εἰς ἱερέα, καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέραν, καὶ στολὴν ἱματίων, καὶ τὰ πρὸς ζωήν σου.