Brenton_Greek(i)
28 Καὶ ἔκλαυσε Σαμψὼν πρὸς Κύριον, καὶ εἶπεν, ἀδωναϊὲ Κύριε μνήσθητι δή μου, καὶ ἐνίσχυσόν με ἔτι τὸ ἅπαξ τοῦτο Θεὲ, καὶ ἀνταποδώσω ἀνταπόδοσιν μίαν περὶ τῶν δύο ὀφθαλμῶν μου τοῖς ἀλλοφύλοις. 29 Καὶ περιέλαβε Σαμψὼν τοὺς δύο κίονας τοῦ οἴκου ἐφʼ οὓς ὁ οἶκος εἱστήκει, καὶ ἐπεστηρίχθη ἐπʼ αὐτοὺς, καὶ ἐκράτησεν ἕνα τῇ δεξιᾷ αὐτοῦ, καὶ ἕνα τῇ ἀριστερᾷ αὐτοῦ. 30 Καὶ εἶπε Σαμψὼν, ἀποθανέτω ψυχή μου μετὰ τῶν ἀλλοφύλων· καὶ ἐβάσταξεν ἐν ἰσχύϊ· καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς ἄρχοντας, καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ· καὶ ἦσαν οἱ τεθνηκότες οὓς ἐθανάτωσε Σαμψὼν ἐν τῷ θανάτῳ αὐτοῦ, πλείους ἢ οὓς ἐθανάτωσεν ἐν τῇ ζωῇ αὐτοῦ.