Judges 13:8-12

Brenton_Greek(i) 8 Καὶ προσηύξατο Μανωὲ πρὸς Κύριον, καὶ εἶπεν, ἐν ἐμοὶ Κύριε ἀδωναϊὲ τὸν ἄνθρωπον τοῦ Θεοῦ, ὃν ἀπέστειλας· ἐλθέτω δὴ ἔτι πρὸς ἡμᾶς, καὶ συμβιβασάτω ἡμᾶς τί ποιήσωμεν τῷ παιδίῳ τῷ τικτομένῳ.
9 Καὶ εἰσήκουσεν ὁ Θεὸς τῆς φωνῆς Μανωὲ, καὶ ἦλθεν ὁ ἄγγελος τοῦ Θεοῦ ἔτι πρὸς τὴν γυναῖκα· καὶ αὕτη ἐκάθητο ἐν ἀγρῷ, καὶ Μανωὲ ὁ ἀνὴρ αὐτῆς οὐκ ἦν μετʼ αὐτῆς. 10 Καὶ ἐτάχυνεν ἡ γυνὴ καὶ ἔδραμε καὶ ἀνήγγειλε τῷ ἀνδρὶ αὐτῆς, καὶ εἶπε πρὸς αὐτὸν, ἰδοὺ ὦπται πρὸς μὲ ὁ ἀνήρ, ὃς ἦλθεν ἐν ἡμέρᾳ πρὸς μέ.
11 Καὶ ἀνέστη καὶ ἐπορεύθη Μανωὲ ὀπίσω τῆς γυναικὸς αὐτοῦ, καὶ ἦλθε πρὸς τὸν ἄνδρα, καὶ εἶπεν αὐτῷ, εἰ σὺ εἶ ὁ ἀνὴρ, ὁ λαλήσας πρὸς τὴν γυναῖκα; καὶ εἶπεν ὁ ἄγγελος, ἐγώ. 12 Καὶ εἶπε Μανωὲ, νῦν ἐλεύσεται ὁ λόγος· τίς ἔσται κρίσις τοῦ παιδίου καὶ τὰ ποιήματα αὐτοῦ;