Joshua 17:16-18

Brenton_Greek(i) 16 Καὶ εἶπαν, οὐκ ἀρέσκει ἡμῖν τὸ ὄρος τὸ Ἐφραΐμ· καὶ ἵππος ἐπίλεκτος, καὶ σίδηρος τῷ Χαναναίῳ τῷ κατοικοῦντι ἐν αὐτῷ ἐν Βαιθσὰν, καὶ ἐν ταῖς κώμαις αὐτῆς, ἐν τῇ κοιλάδι Ἰεσραέλ. 17 Καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰωσὴφ, εἰ λαὸς πολὺς εἶ καὶ ἰσχὺν μεγάλην ἔχεις, οὐκ ἔσται σοι κλῆρος εἷς. 18 Ὁ γὰρ δρυμὸς ἔσται σοι, ὅτι δρυμός ἐστι καὶ ἐκκαθαριεῖς αὐτόν, καὶ ἔσται σοι· καὶ ὅταν ἐξολοθρεύσῃς τὸν Χαναναῖον, ὅτι ἵππος ἐπίλεκτος αὐτῷ ἐστι· σὺ γὰρ ὑπερισχύεις αὐτοῦ.