Brenton_Greek(i)
3 ἀπὸ τῆς ἀοικήτου τῆς κατὰ πρόσωπον Αἰγύπτου ἕως τῶν ὁρίων Ἀκκαρὼν ἐξ εὐωνύμων τῶν Χαναναίων προσλογίζεται ταῖς πέντε σατραπείαις τῶν Φυλιστιεὶμ, τῷ Γαζαίῳ, καὶ τῷ Ἀζωτίῳ, καὶ τῷ Ἀσκαλωνίτῃ, καὶ τῷ Γετθαίῳ, καὶ τῷ Ἀκκαρωνίτῃ, καὶ τῷ Εὐαίῳ, 4 ἐκ Θαιμὰν καὶ πάσῃ γῇ Χαναὰν ἐναντίον Γάζης, καὶ οἱ Σιδώνιοι ἕως Ἀφὲκ, ἕως τῶν ὁρίων τῶν Ἀμοῤῥαίων, 5 καὶ πᾶσαν τὴν γῆν Γαβλιὰθ Φυλιστιεὶμ, καὶ πάντα τὸν Λίβανον ἀπὸ ἀνατολῶν ἡλίου ἀπὸ Γαλγὰλ ὑπὸ τὸ ὄρος τὸ Ἀερμὼν ἕως τῆς εἰσόδου Ἐμάθ, 6 πᾶς ὁ κατοικῶν τὴν ὀρεινὴν ἀπὸ τοῦ Λιβάνου ἕως τῆς Μασερὲθ Μεμφωθαὶμ. Πάντας τοὺς Σιδωνίους, ἐγὼ αὐτοὺς ἐξολοθρεύσω ἀπὸ προσώπου Ἰσραὴλ· ἀλλὰ διάδος αὐτὴν ἐν κλήρῳ τῷ Ἰσραήλ, ὃν τρόπον σοι ἐνετειλάμην.