Joshua 11:4-8

Brenton_Greek(i) 4 Καὶ ἐξῆλθον αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν μετʼ αὐτῶν, ὥσπερ ἡ ἄμμος τῆς θαλάσσης τῷ πλήθει, καὶ ἵπποι καὶ ἅρματα πολλὰ σφόδρα. 5 Καὶ συνῆλθον πάντες οἱ βασιλεῖς αὐτοὶ καὶ παρεγένοντο ἐπὶ τὸ αὐτὸ, καὶ παρενέβαλον ἐπὶ τοῦ ὕδατος Μαρὼν πολεμῆσαι τὸν Ἰσραήλ.
6 Καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν, μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι αὔριον ταύτην τὴν ὥραν ἐγὼ παραδίδωμι τετροπωμένους αὐτοὺς ἐναντίον τοῦ Ἰσραήλ· τοὺς ἵππους αὐτῶν νευροκοπήσεις, καὶ τὰ ἅρματα αὐτῶν κατακαύσεις ἐν πυρί. 7 Καὶ ἦλθεν Ἰησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ἐπʼ αὐτοὺς ἐπὶ τὸ ὕδωρ Μαρὼν ἐξάπινα· καὶ ἐπέπεσαν ἐπʼ αὐτοὺς ἐν τῇ ὀρεινῇ. 8 Καὶ παρέδωκεν αὐτοὺς Κύριος ὑποχειρίους Ἰσραήλ· καὶ κόπτοντες αὐτοὺς κατεδίωκον ἕως Σιδῶνος τῆς μεγάλης, καὶ ἕως Μασερὼν, καὶ ἕως τῶν πεδίων Μασσὼχ κατʼ ἀνατολὰς· καὶ κατέκοψαν αὐτοὺς ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν διασεσωσμένον.