Jonah 3:3-4

Brenton_Greek(i) 3 Καὶ ἀνέστη Ἰωνᾶς, καὶ ἐπορεύθη εἰς Νινευή, καθὰ ἐλάλησε Κύριος· ἡ δὲ Νινευὴ ἦν πόλις μεγάλη τῷ Θεῷ, ὡσεὶ πορείας ὁδοῦ τριῶν ἡμερῶν· 4 καὶ ἤρξατο Ἰωνᾶς τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν, ὡσεὶ πορείαν ἡμέρας μιᾶς· καὶ ἐκήρυξε, καὶ εἶπεν, ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὴ καταστραφήσεται.