Jonah 1:7-10

Brenton_Greek(i) 7 Καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, δεῦτε βάλωμεν κλήρους, καὶ ἐπιγνῶμεν, τίνος ἕνεκεν ἡ κακία αὕτη ἐστὶν ἐν ἡμῖν· καὶ ἔβαλον κλήρους, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ἰωνᾶν.
8 Καὶ εἶπον πρὸς αὐτὸν, ἀπάγγειλον ἡμῖν, τίς σου ἡ ἐργασία ἐστὶ, καὶ πόθεν ἔρχῃ, καὶ ἐκ ποίας χώρας καὶ ἐκ ποίου λαοῦ εἶ σύ; 9 Καὶ εἶπε πρὸς αὐτοὺς, δοῦλος Κυρίου εἰμὶ ἐγὼ, καὶ τὸν Κύριον Θεὸν τοῦ οὐρανοῦ ἐγὼ σέβομαι, ὃς ἐποίησε τὴν θάλασσαν καὶ τὴν ξηράν. 10 Καὶ ἐφοβήθησαν οἱ ἄνδρες φόβον μέγαν, καὶ εἶπον πρὸς αὐτὸν, τί τοῦτο ἐποίησας; διότι ἔγνωσαν οἱ ἄνδρες ὅτι ἐκ προσώπου Κυρίου ἦν φεύγων, ὅτι ἀπήγγειλεν αὐτοῖς·