Brenton_Greek(i)
10 Ὅτι οὐ συνέκλεισε πύλας γαστρὸς μητρός μου, ἀπήλλαξε γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου.
11 Διατί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα; ἐκ γαστρὸς δὲ ἐξῆλθον, καὶ οὐκ εὐθὺς ἀπωλόμην; 12 Ἱνατί δὲ συνήντησάν μοι τὰ γόνατα; ἱνατί δὲ μαστοὺς ἐθήλασα; 13 Νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην 14 μετὰ βασιλέων βουλευτῶν γῆς οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσιν, 15 ἢ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσὸς, οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου· 16 ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς, ἢ ὥσπερ νήπιοι, οἳ οὐκ εἶδον φῶς·