Job 30:9-14

Brenton_Greek(i) 9 Νυνὶ δὲ κιθάρα ἐγώ εἰμι αὐτῶν, καὶ ἐμὲ θρύλλημα ἔχουσιν. 10 Ἐβδελύξαντο δέ με ἀποστάντες μακρὰν, ἀπὸ δὲ τοῦ προσώπου μου οὐκ ἐφείσαντο πτύελον. 11 Ἀνοίξας γὰρ φαρέτραν αὐτοῦ ἐκάκωσέ με, καὶ χαλινὸν τοῦ προσώπου μου ἐξαπέστειλαν. 12 Ἐπὶ δεξιῶν βλαστοῦ ἐξανέστησαν, πόδα αὐτῶν ἐξέτειναν, καὶ ὡδοποίησαν ἐπʼ ἐμὲ· τρίβους ἀπωλείας αὐτῶν. 13 Ἐξετρίβησαν τρίβοι μου, ἐξέδυσαν γάρ μου τὴν στολήν· βέλεσιν αὐτοῦ κατηκόντισέ με. 14 Κέχρηται δέ μοι ὡς βούλεται, ἐν ὀδύναις πέφυρμαι.