Job 28:12-20

Brenton_Greek(i) 12 Ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς ἐπιστήμης; 13 Οὐκ οἶδε βροτὸς ὁδὸν αὐτῆς, οὐδὲ μὴν εὑρεθῇ ἐν ἀνθρώποις. 14 Ἄβυσσος εἶπεν, οὐκ ἔνεστιν ἐν ἐμοί· καὶ ἡ θάλασσα εἶπεν, οὐκ ἔνεστι μετʼ ἐμοῦ. 15 Οὐ δώσει συγκλεισμὸν ἀντʼ αὐτῆς, καὶ οὐ σταθήσεται ἀργύριον ἀντάλλαγμα αὐτῆς. 16 Καὶ οὐ συμβασταχθήσεται χρυσίῳ Σωφίρ, ἐν ὄνυχι τιμίῳ καὶ σαπφείρῳ. 17 Οὐκ ἰσωθήσεται αὐτῇ χρυσίον καὶ ὕαλος, καὶ τὸ ἄλλαγμα αὐτῆς σκεύη χρυσᾶ. 18 Μετέωρα καὶ γαβὶς οὐ μνησθήσεται, καὶ ἕλκυσον σοφίαν ὑπὲρ τὰ ἐσώτατα. 19 Οὐκ ἰσωθήσεται αὐτῇ τοπάζιον Αἰθιοπίας, χρυσίῳ καθαρῷ οὐ συμβασταχθήσεται.
20 Ἡ δὲ σοφία πόθεν εὑρέθη; ποῖος δὲ τόπος ἐστὶ τῆς συνέσεως;