Job 11:7-9

Brenton_Greek(i) 7 Ἦ ἴχνος Κυρίου εὑρήσεις, ἢ εἰς τὰ ἔσχατα ἀφίκου ἃ ἐποίησεν ὁ Παντοκράτωρ; 8 Ὑψηλὸς ὁ οὐρανός, καὶ τί ποιήσεις; βαθύτερα δὲ τῶν ἐν ᾃδου, τί οἶδας; 9 ἢ μακρότερα μέτρου γῆς, ἢ εὔρους θαλάσσης;