Jeremiah 52:7-9

Brenton_Greek(i) 7 Καὶ διεκόπη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἐξῆλθον νυκτὸς κατὰ τὴν ὁδὸν τῆς πύλης, ἀναμέσον τοῦ τείχους, καὶ τοῦ προτειχίσματος, ὃ ἦν κατὰ τὸν κῆπον τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τῆς πόλεως κύκλῳ, καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς Ἄραβα. 8 Καὶ κατεδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως, καὶ κατέλαβον αὐτὸν ἐν τῷ πέραν Ἱεριχὼ, καὶ πάντες οἱ παῖδες αὐτοῦ διεσπάρησαν ἀπʼ αὐτοῦ. 9 Καὶ συνέλαβον τὸν βασιλέα, καὶ ἤγαγον αὐτὸν πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλαθὰ, καὶ ἐλάλησεν αὐτῷ μετὰ κρίσεως.