Jeremiah 52:16-23

Brenton_Greek(i) 16 Καὶ τοὺς καταλοίπους τοῦ λαοῦ κατέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γεωργούς.
17 Καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ Κυρίου, καὶ τὰς βάσεις, καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ Κυρίου συνέτριψαν οἱ Χαλδαῖοι καὶ ἔλαβον τὸν χαλκὸν αὐτῶν, καὶ ἀπήνεγκαν εἰς Βαβυλῶνα. 18 Καὶ τὴν στεφάνην, καὶ τὰς φιάλας, καὶ τὰς κρεάγρας, καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ, ἐν οἷς ἐλειτούργουν ἐν αὐτοῖς, 19 καὶ τὰς ἀπφὼθ, καὶ τὰς μασμαρὼθ, καὶ τοὺς ὑποχυτῆρας, καὶ τὰς λυχνίας, καὶ τὰς θυΐσκας, καὶ τοὺς κυάθους, ἃ ἦν χρυσᾶ χρυσᾶ, καὶ ἃ ἦν ἀργυρᾶ ἀργυρᾶ, ἔλαβεν ὁ ἀρχιμάγειρος. 20 Καὶ οἱ στῦλοι δύο, καὶ ἡ θάλασσα μία, καὶ οἱ μόσχοι δώδεκα χαλκοῖ ὑποκάτω τῆς θαλάσσης, ἃ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν εἰς οἶκον Κυρίου, οὗ οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ αὐτῶν.
21 Καὶ οἱ στῦλοι τριακονταπέντε πηχῶν ὕψος τοῦ στύλου τοῦ ἑνὸς, καὶ σπαρτίον δώδεκα πήχεων περιεκύκλου αὐτὸν, καὶ τὸ πάχος αὐτοῦ δακτύλων τεσσάρων κύκλῳ, 22 καὶ γεῖσος ἐπʼ αὐτοῖς χαλκοῦν, καὶ πέντε πήχεων τὸ μῆκος, ὑπεροχὴ τοῦ γείσους τοῦ ἑνὸς, καὶ δίκτυον καὶ ῥόαι ἐπὶ τοῦ γείσους κύκλῳ τὰ πάντα χαλκᾶ, καὶ κατὰ ταῦτα τῷ στύλῳ τῷ δευτέρῳ ὀκτὼ ῥόαι τῷ πήχει τοῖς δώδεκα πήχεσι. 23 Καὶ ἦσαν αἱ ῥόαι ἐννενηκονταὲξ τὸ ἓν μέρος, καὶ ἦσαν αἱ πᾶσαι ῥόαι ἑκατὸν ἐπὶ τοῦ δικτύου κύκλῳ.