Jeremiah 48:34-35

Brenton_Greek(i) 34 ἀπὸ κραυγῆς Ἐσεβὼν ἕως Αἰτὰμ αἱ πόλεις αὐτῶν ἔδωκαν φωνὴν αὐτῶν, ἀπὸ Ζογὸρ ἕως Ὠρωναὶμ, καὶ ἀγγεελιαν σαλισία, ὅτι καὶ τὸ ὕδωρ Νεβρεὶν εἰς κατάκαυμα ἔσται.
35 Καὶ ἀπολῶ τὸν Μωὰβ, φησὶ Κύριος, ἀναβαίνοντα ἐπὶ τὸν βωμὸν, καὶ θυμιῶντα θεοῖς αὐτοῦ.