Jeremiah 32:27-31

Brenton_Greek(i) 27 Ἐγὼ Κύριος ὁ Θεὸς πάσης σαρκὸς, μὴ ἀπʼ ἐμοῦ κρυβήσεταί τι; 28 Διατοῦτο οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραὴλ, δοθεῖσα παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λήψεται αὐτὴν, 29 καὶ ἥξουσιν οἱ Χαλδαῖοι πολεμοῦντες ἐπὶ τὴν πόλιν ταύτην, καὶ καύσουσι τὴν πόλιν ταύτην ἐν πυρὶ, καὶ κατακαύσουσι τὰς οἰκίας, ἐν αἷς ἐθυμιῶσαν ἐπὶ τῶν δωμάτων αὐτῶν τῇ Βάαλ, καὶ ἔσπευδον σπονδὰς θεοῖς ἑτέροις, πρὸς τὸ παραπικράναι με. 30 Ὅτι ἦσαν οἱ υἰοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ Ἰούδα μόνοι ποιοῦντες τὸ πονηρὸν κατʼ ὀφθαλμούς μου ἐκ νεότητος αὐτῶν. 31 Ὅτι ἐπὶ τὴν ὀργήν μου, καὶ ἐπὶ τὸν θυμόν μου ἦν ἡ πόλις αὕτη, ἀφʼ ἧς ἡμέρας ᾠκοδόμησαν αὐτὴν καὶ ἕως τῆς ἡμέρας ταύτης, ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου,